Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.434 Joseph. BJ 4.441 (English) >>Joseph. BJ 4.447

4.438Πλάκιδος δὲ δεξιᾷ τύχῃ χρώμενος ὥρμησεν ἐπὶ τὰς πέριξ πολίχνας τε καὶ κώμας, καταλαμβανόμενός τε Ἄβιλα καὶ Ἰουλιάδα καὶ Βησιμὼ τάς τε μέχρι τῆς Ἀσφαλτίτιδος πάσας ἐγκαθίστησιν ἑκάστῃ τοὺς ἐπιτηδείους τῶν αὐτομόλων. 4.439ἔπειτα σκάφεσιν ἐπιβήσας τοὺς στρατιώτας αἱρεῖ τοὺς εἰς τὴν λίμνην καταφεύγοντας. καὶ τὰ μὲν κατὰ τὴν Περαίαν προσεχώρησεν ἑάλω πάντα μέχρι Μαχαιροῦντος. 4.440

Ἐν δὲ τούτῳ τὸ περὶ τὴν Γαλατίαν ἀγγέλλεται κίνημα καὶ Οὐίνδιξ ἅμα τοῖς δυνατοῖς τῶν ἐπιχωρίων ἀφεστὼς Νέρωνος, περὶ ὧν ἐν ἀκριβεστέροις ἀναγέγραπται. 4.441Οὐεσπασιανὸν δʼ ἐπήγειρεν εἰς τὴν ὁρμὴν τοῦ πολέμου τὰ ἠγγελμένα προορώμενον ἤδη τοὺς μέλλοντας ἐμφυλίους πολέμους καὶ τὸν ὅλης κίνδυνον τῆς ἡγεμονίας, ἐν προειρηνεύσας τὰ κατὰ τὴν ἀνατολὴν ἐπικουφίσειν ᾤετο τοὺς κατὰ τὴν Ἰταλίαν φόβους. 4.442ἕως μὲν οὖν ἐπεῖχεν χειμὼν τὰς ὑπηγμένας διησφαλίζετο κώμας τε καὶ πολίχνας φρουραῖς,

-- --

δεκαδάρχας μὲν κώμαις ἐγκαθιστάς, ἑκατοντάρχας δὲ πόλεσι· πολλὰ δὲ ἀνῴκιζε καὶ τῶν πεπορθημένων. 4.443ὑπὸ δὲ τὴν ἀρχὴν τοῦ ἔαρος ἀναλαβὼν τὸ πλέον τῆς δυνάμεως ἤγαγεν ἀπὸ τῆς Καισαρείας ἐπὶ Ἀντιπατρίδος, ἔνθα δυσὶν ἡμέραις καταστησάμενος τὴν πόλιν τῇ τρίτῃ προῄει πορθῶν καὶ καίων τὰς πέριξ πάσας.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.434 Joseph. BJ 4.441 (English) >>Joseph. BJ 4.447

Powered by PhiloLogic